Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.304 Joseph. AJ 15.309 (English) >>Joseph. AJ 15.314

15.307ἔπεμπε δʼ ἐπʼ Αἰγύπτου τὰ χρήματα Πετρωνίου τὴν ἐπαρχίαν ἀπὸ Καίσαρος εἰληφότος. οὗτος οὐκ ὀλίγων ἐπʼ αὐτὸν καταπεφευγότων διὰ τὰς αὐτὰς χρείας, ἰδίᾳ τε φίλος ὢν Ἡρώδῃ καὶ διασώσασθαι θέλων τοὺς ὑπʼ αὐτῷ, πρώτοις μὲν ἔδωκεν ἐξάγειν τὸν σῖτον, εἰς ἅπαντα δὲ κατὰ τὴν ὠνὴν καὶ τὸν ἔκπλουν συνήργησεν, ὡς μέγα μέρος τὸ πᾶν γενέσθαι ταύτης τῆς βοηθείας. 15.308 γὰρ Ἡρώδης, τούτων ἀφικομένων ἐν ἀφορμῇ τὴν ἐπιμέλειαν τὴν αὐτοῦ προστιθεὶς οὐ μόνον ἀντιμετέστησεν τὰς γνώμας τῶν πρότερον χαλεπῶς ἐχόντων, ἀλλὰ καὶ μεγίστην ἐποιήσατο τὴν ἐπίδειξιν τῆς εὐνοίας καὶ τῆς προστασίας. 15.309πρῶτον μὲν γὰρ ὅσοις οἷόν τε διʼ αὐτῶν τὰ περὶ τὰς τροφὰς ἐκπονεῖν ἔνειμε τοῦ σίτου τὴν ἔκταξιν ἀκριβεστάτην ποιούμενος, ἔπειτα πολλῶν ὄντων, οἳ κατὰ γῆρας τινα προσοῦσαν ἄλλην ἀσθένειαν οὐχ ἱκανῶς εἶχον αὐτοῖς παρασκευάζειν τὰ σιτία, προυνόει καταστήσας ἀρτοποιοὺς καὶ παρέχων ἑτοίμας τὰς τροφάς. 15.310ἐπιμέλειαν δὲ καὶ τοῦ μὴ διαχειμάσαι μετὰ κινδύνων αὐτοὺς ἐποιήσατο συγκατειληφυίας καὶ τῆς περὶ τὰς ἐσθῆτας ἀπορίας, ἐφθαρμένων καὶ παντάπασιν ἐξαναλωθέντων τῶν βοσκημάτων, ὡς οὔτε ἐρίων εἶναι χρῆσιν οὔτε τῶν ἄλλων σκεπασμάτων. 15.311ἐκπορισθέντων δὲ αὐτῷ καὶ τούτων ταῖς πλησίον ἤδη πόλεσιν ἐπεβάλλετο τὰς ὠφελείας παρέχειν σπέρματα τοῖς ἐν Συρίᾳ διαδούς. καὶ τοῦτʼ ὤνησεν οὐχ ἧττον αὐτὸν εὐστοχηθείσης εἰς εὐφορίαν τῆς χάριτος, ὡς ἅπασιν ἱκανὰ τὰ περὶ τὰς τροφὰς γενέσθαι.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.304 Joseph. AJ 15.309 (English) >>Joseph. AJ 15.314

Powered by PhiloLogic